Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.310 Joseph. AJ 4.315 (English) >>Joseph. AJ 4.319

4.312ἔπειτα πάνθʼ ὅσα ποιήσειεν ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας ἔν τε πολέμοις καὶ κατʼ εἰρήνην νόμους τε συντιθεὶς καὶ τὸν τῆς πολιτείας κόσμον συμπορίζων ἀναλογιζόμενος προεῖπεν, ὡς δηλώσειεν αὐτῷ τὸ θεῖον, ὅτι παραβάντες τὴν πρὸς αὐτὸν θρησκείαν πειραθήσονται κακῶν, 4.313ὡς ὅπλων τε αὐτοῖς πολεμίων πληρωθῆναι τὴν γῆν καὶ κατασκαφῆναι πόλεις καὶ τὸν νεὼν καταπρησθῆναι καὶ πραθέντας δουλεύειν ἀνδράσιν οὐδένα ληψομένοις οἶκτον ἐπὶ ταῖς συμφοραῖς αὐτῶν, μετανοήσειν δʼ αὐτοὺς ἐπὶ μηδενὶ χρησίμῳ ταῦτα πάσχοντας. 4.314 μέντοι θεὸς κτίσας ὑμᾶς πόλεις τε πολίταις ὑμετέροις ἀποδώσει καὶ τὸν ναόν· ἔσεσθαι δὲ τὴν τούτων ἀποβολὴν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. 4.315

Παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, “ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε, 4.316χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίας τε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτι τε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.310 Joseph. AJ 4.315 (English) >>Joseph. AJ 4.319

Powered by PhiloLogic